Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.180 Joseph. AJ 10.184 (English) >>Joseph. AJ 10.189

10.182ποιησάμενος δὲ ὑπήκοα ταῦτα τὰ ἔθνη ἐνέβαλεν εἰς τὴν Αἴγυπτον καταστρεψόμενος αὐτήν, καὶ τὸν μὲν τότε βασιλέα κτείνει, καταστήσας δὲ ἕτερον τοὺς ἐν αὐτῇ πάλιν Ἰουδαίους αἰχμαλωτίσας ἤγαγεν εἰς Βαβυλῶνα. 10.183καὶ τὸ μὲν Ἑβραίων γένος ἐν τοιούτῳ τέλει γενόμενον παρειλήφαμεν δὶς ἐλθὸν πέραν Εὐφράτου· ὑπὸ Ἀσσυρίων μὲν γὰρ ἐξέπεσεν τῶν δέκα φυλῶν λαὸς ἀπὸ Σαμαρείας βασιλεύοντος αὐτῶν Ὠσήου, ἔπειτα τῶν δύο φυλῶν ὑπὸ Ναβουχοδονοσόρου τοῦ τῶν Βαβυλωνίων βασιλέως καὶ τῶν Χαλδαίων ὃς ὑπελείφθη τῶν Ἱεροσολύμων ἁλόντων. 10.184Σαλμανάσσης μὲν οὖν ἀναστήσας τοὺς Ἰσραηλίτας κατῴκισεν ἀντʼ αὐτῶν τὸ τῶν Χουθαίων ἔθνος, οἳ πρότερον ἐνδοτέρω τῆς Περσίδος καὶ τῆς Μηδίας ἦσαν, τότε μέντοι Σαμαρεῖς ἐκλήθησαν τὴν τῆς χώρας εἰς ἣν κατῳκίσθησαν προσηγορίαν ἀναλαβόντες· δὲ τῶν Βαβυλωνίων βασιλεὺς τὰς δύο φυλὰς ἐξαγαγὼν οὐδὲν ἔθνος εἰς τὴν χώραν αὐτῶν κατῴκισε καὶ διὰ τοῦτο ἔρημος Ἰουδαία πᾶσα καὶ Ἱεροσόλυμα καὶ ναὸς διέμεινεν ἔτεσιν ἑβδομήκοντα. 10.185τὸν δὲ σύμπαντα χρόνον, ὃς ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν αἰχμαλωσίας ἐπὶ τὴν τῶν δύο φυλῶν ἀνάστασιν ἐληλύθει, ἑκατὸν ἔτη καὶ τριάκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας συνέβη γενέσθαι. 10.186

δὲ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορος τοὺς εὐγενεστάτους λαβὼν τῶν Ἰουδαίων παῖδας καὶ τοὺς Σαχχίου τοῦ βασιλέως αὐτῶν συγγενεῖς, οἳ καὶ ταῖς ἀκμαῖς τῶν σωμάτων καὶ ταῖς εὐμορφίαις τῶν ὄψεων ἦσαν περίβλεπτοι, παιδαγωγοῖς καὶ τῇ διʼ αὐτῶν θεραπείᾳ παραδίδωσι ποιήσας τινὰς αὐτῶν ἐκτομίας·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.180 Joseph. AJ 10.184 (English) >>Joseph. AJ 10.189

Powered by PhiloLogic